Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.148 Dem. 19.151 (English) >>Dem. 19.154

19.150ἐπειδὴ γὰρ μὲν εἰρήνη τέλος εἶχεν αὕτη, τοῦ Φιλοκράτους, συνεῖπεν οὗτος, οἱ δὲ πρέσβεις ἀπήρκεσαν οἱ τοῦ Φιλίππου λαβόντες τοὺς ὅρκους (καὶ μέχρι τούτου γʼ οὐδὲν ἀνήκεστον ἦν τῶν πεπραγμένων, ἀλλʼ αἰσχρὰ μὲν εἰρήνη καὶ ἀναξία τῆς πόλεως, ἀντὶ δὲ τούτων δὴ τὰ θαυμάσιʼ ἀγάθʼ ἡμῖν ἔμελλεν ἔσεσθαι), ἠξίουν ὑμᾶς ἐγὼ καὶ τούτοις ἔλεγον πλεῖν τὴν ταχίστην ἐφʼ Ἑλλησπόντου, καὶ μὴ προέσθαι μηδʼ ἐᾶσαι κατασχεῖν Φίλιππον μηδὲν ἐν τῷ μεταξὺ χρόνῳ τῶν ἐκεῖ χωρίων. 19.151ᾔδειν γὰρ ἀκριβῶς ὅτι πάνθʼ ὅσʼ ἂν ἐκ πολέμου γιγνομένης εἰρήνης προεθῇ, ταῦτα τοῖς ἀμελήσασιν ἀπόλλυται· οὐδεὶς γὰρ πώποθʼ ὑπὲρ τῶν ὅλων πεισθεὶς εἰρήνην ἄγειν ὑπὲρ τῶν ἐγκαταλειφθέντων ἐξ ἀρχῆς ἠθέλησεν πολεμεῖν, ἀλλὰ ταῦθʼ οἱ προλαβόντες ἔχουσιν. χωρὶς δὲ τούτων δυοῖν χρησίμοιν οὐ διαμαρτήσεσθαι τὴν πόλιν ἡγούμην πλευσάντων ἡμῶν· γὰρ παρόντων καὶ κατὰ τὸ ψήφισμʼ αὐτὸν ἐξορκωσάντων, μὲν εἰλήφει τῆς πόλεως, ἀποδώσειν, τῶν δὲ λοιπῶν ἀφέξεσθαι, 19.152 μὴ ποιοῦντος ταῦτα ἀπαγγελεῖν ἡμᾶς εὐθέως δεῦρο, ὥστʼ ἐν ἐκείνοις τοῖς πόρρω καὶ ἐλάττοσι τὴν πλεονεξίαν καὶ τὴν ἀπιστίαν ἰδόντας ὑμᾶς περὶ τῶνδε τῶν ἐγγὺς καὶ μειζόνων, λέγω δὲ Φωκέων καὶ Πυλῶν, οὐ προήσεσθαι· μὴ προλαβόντος δʼ ἐκείνου ταῦτα μηδʼ ὑμῶν ἐξαπατηθέντων ἅπαντʼ ἐν ἀσφαλεῖ τὰ πράγμαθʼ ὑμῖν ἔσεσθαι, καὶ παρʼ ἑκόντος ὑπάρξειν αὐτοῦ τὰ δίκαια.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.148 Dem. 19.151 (English) >>Dem. 19.154

Powered by PhiloLogic